The Trisagion Prayers
Τρισάγιον#Make the sign of the Cross and say:
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Glory to you, our God, glory to you.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.
Heavenly King, Comforter, Spirit of truth, present everywhere and filling all things, treasury of blessings and giver of life: come and dwell in us, cleanse us from every stain, and save our souls, O Good One.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.×3
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us.×3
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Glory to the Father and to the Son and to the Holy Spirit, now and always and to the ages of ages. Amen.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν· Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
All-holy Trinity, have mercy on us. Lord, be merciful to our sins. Master, forgive us our transgressions. Holy One, visit and heal our weaknesses, for your name’s sake.
Κύριε, ἐλέησον.×3
Lord, have mercy.×3
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Glory to the Father and to the Son and to the Holy Spirit, now and always and to the ages of ages. Amen.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Our Father in heaven, hallowed be your name. Your kingdom come, your will be done, on earth as it is in heaven. Give us today our daily bread, and forgive us our debts, as we forgive our debtors. And do not lead us into temptation, but deliver us from the evil one.
When praying on your own, without a priest, end with:
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Through the prayers of our holy Fathers, Lord Jesus Christ our God, have mercy on us and save us. Amen.